Paul's Change of Plans

12 For our boast is this, (A)the testimony of our conscience, that we behaved in the world with simplicity[a] and (B)godly sincerity, (C)not by earthly wisdom but by the grace of God, and supremely so toward you. 13 For we are not writing to you anything other than what you read and understand and I hope you will fully understand— 14 just as you did (D)partially understand us—that (E)on the day of our Lord Jesus (F)you will boast of us as (G)we will boast of you.

15 Because I was sure of this, (H)I wanted to come to you first, so that you might have (I)a second (J)experience of grace. 16 I wanted to visit you (K)on my way to Macedonia, and to come back to you from Macedonia and have you send me on my way to Judea. 17 Was I vacillating when I wanted to do this? Do I make my plans (L)according to the flesh, ready to say “Yes, yes” and “No, no” at the same time? 18 As surely as (M)God is faithful, (N)our word to you has not been Yes and No. 19 For (O)the Son of God, Jesus Christ, whom we proclaimed among you, (P)Silvanus and Timothy and I, was not Yes and No, but (Q)in him it is always Yes. 20 For (R)all the promises of God find their Yes in him. That is why it is through him that we utter our (S)Amen to God for his glory. 21 And it is God who establishes us with you in Christ, and (T)has anointed us, 22 and who has also (U)put his seal on us and (V)given us his Spirit in our hearts as a guarantee.[b]

23 But (W)I call God to witness against me—it was (X)to spare you that I refrained from coming again to Corinth. 24 Not that we (Y)lord it over your faith, but we work with you for your joy, for you stand firm (Z)in your faith.

Read full chapter

Footnotes

  1. 2 Corinthians 1:12 Some manuscripts holiness
  2. 2 Corinthians 1:22 Or down payment

12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν [a]ἁγιότητι καὶ εἰλικρινείᾳ [b]τοῦ θεοῦ, [c]οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς· 13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ [d]ὅτι ἕως τέλους ἐπιγνώσεσθε, 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου [e]ἡμῶν Ἰησοῦ.

15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην [f]πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν [g]χάριν [h]σχῆτε, 16 καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 τοῦτο οὖν [i]βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ; 18 πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ [j]ἔστιν Ναὶ καὶ Οὔ. 19 [k]τοῦ θεοῦ γὰρ υἱὸς [l]Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν· 20 ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· [m]διὸ καὶ [n]δι’ αὐτοῦ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡμῶν. 21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός, 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

23 Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:12 ἁγιότητι WH Treg NIV ] ἁπλότητι RP NA
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:12 τοῦ WH Treg NIV ] – RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:12 οὐκ Treg NIV RP ] καὶ οὐκ WH NA
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:13 ὅτι WH Treg NIV ] + καὶ RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:14 ἡμῶν WH NA ] – Treg NIV RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:15 πρότερον πρὸς ὑμᾶς ἐλθεῖν WH Treg NIV ] ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:15 χάριν Treg NIV RP ] χαρὰν WH
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:15 σχῆτε WH Treg NIV ] ἔχῆτε RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:17 βουλόμενος WH Treg NIV ] βουλευόμενος RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:18 ἔστιν WH Treg NIV ] ἐγένετο RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:19 τοῦ θεοῦ γὰρ WH Treg NIV ] γὰρ τοῦ θεοῦ RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:19 Ἰησοῦς Χριστὸς Treg NIV RP ] Χριστὸς Ἰησοῦς WH
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:20 διὸ WH Treg NIV ] – RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:20 δι᾽ αὐτοῦ WH Treg NIV ] ἐν αὐτῷ RP